Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 181
Dioscurides Pedianus, De materia medica 105.181
Not analysed yet
181 χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφερωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους· τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παῤ ὕδασι καὶ τέλμασιν. ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνη, ἑλκοῦσαν τὴν ἐπιφάνειαν, καὶ ψώρας καὶ ὄνυχας λεπροὺς ἀφιστᾷ. αἱ δὲ ῥίζαι χυλω θεῖσαι χρήσιφμοι εἰς ῥινὸς ἔγχυσιν μετὰ μέλιτος πρὸς κάθαρσιν κεφαλῆς.