Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 182
Dioscurides Pedianus, De materia medica 105.182.1
Not analysed yet
182 ὀθόννα· οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυκίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀνθῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ᾿ αὐτὴν καὶ ἐν τῇ κατ᾿ Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύχυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό τινες εἶδος εἶναι.