Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 184
Dioscurides Pedianus, De materia medica 105.184
Not analysed yet
184 ἰσάτις, ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ ὑπὲρ πῆχυν. δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα διαφορεῖν, καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾷ καὶ αἱμορραγίας στἑλλει καὶ φαγεδαινικὰ ἔλκη καὶ ἕρπητας καὶ ἐρυσιπέλατα θεραπεύει.