Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 185
Dioscurides Pedianus, De materia medica 105.185
Not analysed yet
185 ἰσάτις ἀγρία, παραπλήσιος οὖσα οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλούς τε πολλούς, λεπτούς, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ὠρελοῦσα καὶ σπληνικοὺς πινομένη καὶ καταπλασσομένη.