Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 186
Dioscurides Pedianus, De materia medica 105.186
Not analysed yet
186 τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παῤ ἕκαστον γόνυ τῶν φύλλων ἐκφυομένας, ἀφ᾿ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις. θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἔξ λεύκην· δεῖ δὲ μετὰ ταῦτα ὠμῇ λύσει χρῆσθαι. αὄρει δὲ καὶ ἀλφὸν ἐπιχριόμενα σὺν ὄξει ἐν ἡλίῳ· δεῖ μέντοι μετὰ τὸ ἀποξηρανθῆναι αὐτὰ ἀποψᾶν.