Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 109
Dioscurides Pedianus, De materia medica 109
Not analysed yet
109 καπνὸς ὁ ἐν ταῖς κριθαῖς φυόμενος· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν. ταύτης ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύου ἀγωγός, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων ἑλκυσθείσας τρίχας σὺν κόμμει καταχρισθεῖσα μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα χολὴν διʼ οὔρων ἄγει.