Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 109
Dioscurides Pedianus, De materia medica 109.1
Not analysed yet
109 τρίφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δὲ ὀξύφυλλον |καλοῦσι. θάμνος ἐστὶ πήχεως ἢ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας πολλὰς ἐχούσας, ἐφ᾿ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ᾿ ἑκάστην βλάστησιν· ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δὲ ἀσφάλτου· ἄνθος δὲ ἀνίησι πορφυροῦν, σπέρμα δὲ ὑπόπλατυ, ὑπόδασυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά.