Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 109
Dioscurides Pedianus, De materia medica 109.2
Not analysed yet
2 βοηθεῖ δὲ τὸ σπέρμα καὶ τὶ φύλλα πινόμενα ἐν ὕδατι πλευριτικοῖς, δυσουροῦσιν, ἐπιληπτικοῖς, ἀρχομένοις ὑδρωπιᾶν, ὑστερικαῖς· ἄγει δὲ καὶ καταμήνια. δεῖ δὲ διδόναι τοῦ μὲν σπέρματος δραχμὰς τρεῖς, τῶν δὲ φύλλων δραχμὰς τέσσαρας· ἀρήγει δὲ καὶ θηριοδήκτοις σὺν ὀξυμέλιτι τὰ φύλλα πινόμενα. ἱστόρησαν δέ τινες ὅτι ὄλου τοῦ θάμνου καὶ τῆς ῥίζης τὸ ἀφέψημα καὶ τῶν φύλλων καταντλούμενον ἐπὶ τῶν ἑρπετοδήκτων παραιτεῖται τοὺς πόνους. ὡσὰν δὲ θεραπευθείς τις τῷ ὕδατι ἕτερον ἕλκος ἔχων καταντληθῇ, τὰ αὐτὰ πάσχει τοῖς δηχθεῖσι. ποτίζουσι δέ τινες ἐπὶ μὲν τριταίου τρία φύλλα ἢ τρία σπερμάτια ἐν οἴνῳ, ἐπὶ δὲ τεταρταίου τέσσαρα, ὡς λύοντα τὰς περιόδους· μείγνυται δὲ αὐτῆς ἡ ῥίζα καὶ ἀντιδότοις.