Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 11
Dioscurides Pedianus, De materia medica 11.1-2
Not analysed yet
11 δίψακος· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα |περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθʼ ἕκαστον γόνυ, προμήκη, ἀκανθώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπʼ ἄκρου δὲ τοῦ καυλοῦ καθʼ ἑκάστην ἀπόφυσιν κεφαλή μία ἐοικυῖα ἔχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· ἔχει δὲ καὶ σκωλήκια κατά μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.