Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 10
Dioscurides Pedianus, De materia medica 10-3
Not analysed yet
10 κροκοδείλεον· ὅμοιόν ἐστι τῳ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ. ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη ἄγειν πολὺ αἷμα διὰ ῥωθώνων· δίδοται δὲ καὶ σπληνικοῖς ἐνεργῶς ὠφελοῦσα.