Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 11
Dioscurides Pedianus, De materia medica 11.2
Not analysed yet
2 δύναται δὲ θερμαίνειν, οὖρα κινεῖν ξηρὰ ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον, ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μείγνυται. δολοῦται δὲ ὀξυμυρσίνης ῥίζης παραμειγνυμένης. εὐχερὴς δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστι· σκληραὶ γάρ εἰσιν αὗται καὶ δύσθραυστοι, δίχα εὐωδίας.