Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 11
Dioscurides Pedianus, De materia medica 11.1
Not analysed yet
11 φοῦ, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν Πόντῳ, φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, ἐμπόρφυρον, μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου, μείζονα δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ὑπόρριζα ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.