Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 113
Dioscurides Pedianus, De materia medica 113.1
Not analysed yet
113 ἀρτεμισία· φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασσίοις τόποις. |πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα· θέρους δὲ ἀνθεῖ, ἐνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῳ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κηροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς.