Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 112
Dioscurides Pedianus, De materia medica 112.2
Not analysed yet
2 ταύτης τὰ φύλλα λεῖα σὺν μέλιτι καταπλασσόμενα ἐρυσιπέλατα καὶ πᾶσαν φλεγμονὴν ἰᾶται· ὑποθυμιώμενα δὲ ξηρὰ εἰς ὑποκαπνισμὸν τοὺς ὑπὸ ξηρᾶς βηχὸς καὶ ὀρθοπνοίας ἐνοχλουμένους θεραπεύει, ὅταν χανόντες τὸν καπνὸν δέξωνται τῷ στόματι καὶ καταπίωσι· ῥήσσει δὲ καὶ τὰ ἐν θώρακι ἀποστήματα. τὸ δ᾿ αὐτὸ ποιεῖ καὶ ἡ ῥίζα ὑποθυμιωμένη καὶ ἔμβρυον τεθνηκὸς ἐκβάλλει ἐν ὑδρομέλιτι ἑφθὴ πινομένη.