Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 134
Dioscurides Pedianus, De materia medica 134.1
Not analysed yet
134 ἄσπληνος· οἱ δὲ σκολοπένδριον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ σπληνιον, οἱ δὲ πτέρυγα καλοῦσι. φύλλα ἔχει σκολοπένδρῳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζχς, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἀπὸ τῶν κοχλάκων παλισκίοις, ἄκαυλα, ἀνανθῆ, ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά.