Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 133
Dioscurides Pedianus, De materia medica 133
Not analysed yet
133 ἀνδρόσακες· γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραλίοις τόποις. πόα δʼ ἐστὶ λευκή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος. δύναμιν δὲ ἔχει ποθεῖσα σύν οἴνῳ δραχμῶν δυεῖν πλῆθος οὖρα πολλὰ ἐπὶ ὑδρωπικῶν ἄγειν· καὶ τὸ ἀφέψημα δὲ τῆς πόας καὶ ὁ καρπὸς πινόμενος τὸ αὐτὸ ποιεῖ· καταπλάσσεται δὲ καὶ ἐπὶ ποδαγρικῶν ὠφελίως.