Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 14
Dioscurides Pedianus, De materia medica 14.1-2
Not analysed yet
14 περικλύμενον· οἱ δὲ σπληνίον, οἱ δὲ καὶ τοῦτο κλύμενον καλοῦσι. θαμνίσκος ἐστὶν ἀπλοῦς, ἔχων ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφʼ ὧν καρὸς κισσῷ παραπλήσιος, οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις.