Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 14
Dioscurides Pedianus, De materia medica 14.2-2
Not analysed yet
2 τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ πίνεται μετʼ οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ καὶ ὠκυτόκιος. τὴν αὑτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συναλειφόμενα δὲ μετ᾿ ἐλαίου ἐπὶ τῶν περιόδων τά φρικία παραιτεῖται.