Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 140
Dioscurides Pedianus, De materia medica 140.2
Not analysed yet
ῥίζα δὲ 2 τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσιναἱ ρίζαι ἑπτὰ ἢ ὀκτώ ὥσπερ ἀσφόδελος. δίδοται δὲ ἡ ῥίζα γυναιξὶν ἐκ τοκετοῦ μὴ καθαιρομέναις καὶ καταμήνια ἄγει μέγεθος ἀμυγδάλου πινομένη, καὶ ταῖς κατὰ γαστέρα ὀδύναις βοηθεῖ ποθεῖσα ἐν οἴνῳ καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσι· καθεψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη κοιλίαν ἵστησι.