Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 140
Dioscurides Pedianus, De materia medica 140.3
Not analysed yet
τοῦ δὲ καρποῦ ὁέκα ἡ δώδεκα κόκκοι πυρροὶ ποθέντες ἐν οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἱστᾶσι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι, καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὰς λιθιάσεως παραιτοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τούς ὑπὸ τῶν ἐφιαλτῶν πνιγομένους καὶ πρὸς τάς ὑστερικάς πνίγας καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ ἢ οἴνῶ, ὅσον δέκα πέντε κόκκοι πινόμενοι, ποιοῦσιν.