Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 143
Dioscurides Pedianus, De materia medica 143.1
Not analysed yet
143 ἐρυθρόδανον ἐρευθέδανον, ἔνιοι δὲ τεύθριον καλοῦσι. ῥίζα ἐστὶν ἐρυθρά, βαφική· ἡ μέν τις ἀγρία, ἠ δὲ σπαρτή, ὡς ἐν Ραβέννῃ τῆς Ιταλίας μεταξύ ἐλῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης κατά πάντα, μείζονες δὲ καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τά φύλλα καθ᾿ ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τά πρῶτα χλωρόν,