Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 142
Dioscurides Pedianus, De materia medica 142
Not analysed yet
142 φαληρίς· καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήλιθόσπερμον· στων πολλά, διπάλαιστα, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζέας, ἰσχνότερα μέντοι καὶ γλυκέα τῇ γεύσει· καὶ τὰ φύλλα δὲ ὅμοια τοῖς τῆς ζέας, σπέρμα δὲ ἔπεστι μέγεθος κέγχρου, λευκόν, ὑπόμηκες. δύναμιν δὲ ἔχει ἡ πόα κοπτομένη καὶ χυλιζομένη διʼ ὕδατος ἢ οἴνου πρὸς τά τῆς κύστεως ἀλγήματα πινομένη ποιεῖν· καὶ τοῦ σπέρματος δὲ μεθʼ ὕδατος κοχλιαρίου πλῆθος πινόμενον πρὸς τὰ αὐτὰ ποιεῖ.