Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 144
Dioscurides Pedianus, De materia medica 144
Not analysed yet
144 λογχῖτις· φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, πλεῖστα πρὸς τῇ ῥίῃ, περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ᾿ οὖ ἄνθη ὅμοια πιλίσκοις, τῳ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα, λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῳ κάτω χείλει ὥσπερ γλωσσάριον· τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ, τρίγωνον, ἐν περικαρπίοις, ὅθεν καὶ τῆς ἐπωνυμίας ἠξιώθη, ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις. ταύτης ἡ ῥίζα διουρητικὴ πινομένη σὺν οἴνῳ.