Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 146
Dioscurides Pedianus, De materia medica 146.1
Not analysed yet
146 ἀολθαία, ἣν ἔνιοι ἐβίσκον καλοῦσι, μολόχης ἐστὶν ἀγρίας εἶδος· ἔχει δὲ φύλλα περιφερῆ ὥσπερ κυκλάμινος, ἔγχνοα, ἄνθος ῥοδοειδές, καυλὸν δὲ πηχυαῖον, ῥίζαν δὲ γλίσχραν, λευκὴν ἕνδοθεν. ὠνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ πολύχρηστον αὐτῆς· ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ ἢ καθʼ ἑαυτὴν κοπεῖσα ποιεῖ πρὸς τραύματα, παρωτίδας, χοιράδας, ἀποστήματα, μαστούς φλεγμαίνοντας, φλεγμονὰς δακτυλίου, θλάσματα, ἐμφυσήματα, συντάσεις νεύρων διαφορεῖ γάρ καὶ ἐκπέσσει καὶ ῥήγνυσι καὶ ἀπουλοῖ.