Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 146
Dioscurides Pedianus, De materia medica 146.2
Not analysed yet
συμμαλαχθεῖσα δὲ ἑφθή, 2 ὡς εἴρηται, στέατι ὑείῳ ἡ χηνείῳ καὶ τερεβινθίνῃ πρὸς ὑστέρας φλεγμονάς καὶ μύσεις ἐν προσθέματι ποιεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς τὰ αὐτὰ ποιεῖ, ἄγον καὶ τὰ καλούμενα λοχεῖα. τὸ δὲ τῆς ῥίζης ἀφέψημα πινόμενον σύν οἴνῳ ὠφελεῖ δυσουποῦντας, λιθιῶντας, ἰσχιαδικούς, δυσεντερικούς, τρομώδεις, ῥηγματίας, καὶ πόνους ὀδόντων πραΰνει σὺν ὄξει ἀφεψηθεῖσα καὶ διακλυζομένη.