Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 150
Dioscurides Pedianus, De materia medica 150.2
Not analysed yet
2 ταύτης τά φύλλα ἁπαλὰ καταπλασσόμενα λεῖα οἰδήματα στέλλει· ποτίζεται δὲ δραχμῆς μιᾶς πλῆθος ἐν γλυκεῖ πρὸς ἆσθμα καὶ ἐκβολὴν χορίου καὶ ἐμβρύου καὶ ἐμμήνων, πρὸς δὲ φαλαγγίων πληγάς σύν οἴνῳ. ἐστι δὲ καὶ περίαπτον δυστοκούσαις· δεῖ μέντοι μετὰ τὸ τεκεῖν εὐθέως ἀφελόντα ῥίπτειν τὸ περίαμμα. τῆς δὲ ῥίζης ὁ φλοιὸς διαφορεῖ καὶ ἐκπέσσει· ὁ δὲ καρπὸς ἐσθιόμενος ἔμετον συντόνως κινεῖ.