Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 150
Dioscurides Pedianus, De materia medica 150.1
Not analysed yet
150 ἀνάγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσι. θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοσμος ἰσχυρῶς· ἄνθος κράμβη ἐοικός, καρπὸς ἐν κερατίοις μακροῖς, τὸ σχῆμα νεφρῶν, ποικίλος, στερεός· σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν.