Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 153
Dioscurides Pedianus, De materia medica 153
Not analysed yet
153 ῤνοβρυχίς· τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρή μακρότερα, καυλὸν σπιθαμιαῖον, ἄνθος φοινικοῦν, ῥίζαν μικράν· φύεται δὲ ἐν καθύγροις καὶ ἀργοῖς τόποις. δύναμιν δὲ ἔχει ἡ πόα ἐπιπλασθεῖσα λεία διαχεῖν φύματα· μετʼ οἴνου δὲ πινομένη στραγγουρίαν θεραπεύει, σύν ἐλαίῳ δὲ ἀλειφομένη ἱδρῶτας κινεῖ.