Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 158
Dioscurides Pedianus, De materia medica 158.3
Not analysed yet
ἔστι δὲ καὶ ἑτέρα χαμαίπιτυσ, κλάδους ἔχουσα πηχυαίους, 3 ἀγκυροειδεῖς, λεπτοκάρφους, κόμην δὲ ἐοικυῖαν τῇ πρὸ αὐτῆς καὶ ἄνθος, σπέρμα δὲ μέλαν· ὄζει δὲ καὶ αὕτη πίτυος. καὶ τρίτη τίς ἐστιν ἄρρην καλουμένη· ἔστι δὲ βοτάνιον ἔχον φυλλάρια λεπτά, λευκά, δασέα, καυλὸν δὲ τραχύν, λευκόν, ἀνθύλλια μήλινα, σπερμάτια ἀὲ παρὰ τὰς μασχάλας· ὄζει δὲ καὶ τοῦτο πίτυος. δύναμιν δὲ ἔχουσι καὶ αὗται ὁμοίαν τῇ προειρημένῃ, οὐ μὴν οὕτως πρακτικήν|.