Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 158
Dioscurides Pedianus, De materia medica 158.2
Not analysed yet
χρῶνται δὲ αὐτῇ καὶ οἱ ἐν Ηρακλείᾶ τῇ Ποντικῇ ὡς 2 ἀντιδότῳ, καὶ πρὸς ἀκόνιτον ποτίζοντες τὸ ἀφέψημα· καὶ καταπλάσσεται δὲ πρὸς τά προειρημένα μετὰ ἀλφίτων δεδευμένων τῷ ἀφεψήματι τῆς πόας. λεανθεῖσα δὲ σὺν σύκοις καὶ ἀντὶ καταποτίου διδομένη μαλάσσει κοιλίαν, μετὰ λεπίδος δὲ καὶ ῥητίνης ἀναληφθεῖσα καθαίρει. ἄγει δὲ καὶ τὰ ἀπὸ ὑστέρας προστεθεῖσα σὺν μέλιτι, διαφορεῖ καὶ σκληρίας μαστῶν καὶ τραύματα κολλᾷ καὶ ἕρπητας ἐπέχει μετά μέλιτος καταπλασσομένη.