Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 19
Dioscurides Pedianus, De materia medica 19.3
Not analysed yet
πλανῶνται δὲ οἱ νομίζοντες τὸν ἀκέραιον ἐπισταγέντα 3 ὕδατι χωρεῖν εἰς βάθος πρῶτον, εἶτα ἀναπλεῖν εὐδιάχυτον. τὸ δὲ ξύλον τὸ καλούμενον ξυλοβάλσαμον δόκιμόν ἐστι τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ —καὶ γὰρ τούτου ἡ χρῆσις ἀναγκαία —ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει.