Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 19
Dioscurides Pedianus, De materia medica 19.4
Not analysed yet
δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ ὀπὸς θερμαντικώτατος ὤν, 4 σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰς περὶ μήτραν ψύξεις ἰώμενος, προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ καὶ δεύτερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρητικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ τοῖς ἀκόνιτον πεπωκόσι μετὰ γάλακτος καὶ θηριοδήκτοις μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικωτάτην ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου, δευτέραν δὲ ὁ καρπός, ἐλαχίστην δὲ τὸ ξῦλον.