Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 20
Dioscurides Pedianus, De materia medica 20.1-2
Not analysed yet
20 τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφʼ ἦς κλάδοι ταπεινοί, ἰσχυροί. χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπʼ αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἐστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἦς διαφέρει ἡ διαυγής καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρά καὶ ὑπόγλυκυς.