Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 19
Dioscurides Pedianus, De materia medica 19-2
Not analysed yet
19 λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον καλοῦσι. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικράν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραυνει· τοῦ δὲ ἀποζέματος αὐτῆς σύν οἴνῳ κύαθοι τρεῖς ποθέντες βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπωμένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τά αὐτὰ ποιεῖ πινόμενον.