Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 21
Dioscurides Pedianus, De materia medica 21
Not analysed yet
21 βρύον, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦν πρὸς τὰ περὶ μήτραν ἐν ἀφεψήματι εἰς ἐγκάθισμα. μείγνυται δὲ καὶ μύροις βαλανίνοις καὶ χρίσμασι διὰ τὸ ἐν αὐτῷ στυπτικόν, καὶ εἰς θυμιαμάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν εὔθετον.