Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 22
Dioscurides Pedianus, De materia medica 22.1-2
Not analysed yet
22 ξυρίς· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πηχυαῖον, ἱκανῶς παχύν, ἐφ᾿ οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ᾿ αὐτῶν ἄνθος πορφυροῦν, τὸ δ᾿ ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνατος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ κατάγματα.