Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 21
Dioscurides Pedianus, De materia medica 21-3
Not analysed yet
21 σπαργάνιον· φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενώτερα δὲ καὶ ἐγκλινέστερα καὶ ἐπιμηκέστερα, ἐπ᾿ ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται δὲ ἡ ῥίζα καὶ ὁ καρπὸς σὺν οἴνῳ θηριοδήκτοις.