Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 23
Dioscurides Pedianus, De materia medica 23.1-2
Not analysed yet
23 ἄγχουσα· ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι. φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέλανα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένα τῇ γῇ, ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν χρόαν ὕφαιμος ἐν τῳ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας· φύεται ἐν εὐγείοις τόποις.