Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 23
Dioscurides Pedianus, De materia medica 23.2-2
Not analysed yet
2 ἐστι δὲ ἡ ῥίζα στυπτική, ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη ἐναφεψομένη κηρῷ καὶ ἐλαίῳ· ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει, καὶ ἀλφοὺς |καὶ λέπρας σὺν ὄξει καταπλασσομένη, προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπληνικοῖς πυρέσσουσι μετὰ μελικράτου, ἀπυρέτοις δὲ μετʼ οἴνου. τὰ δὲ φύλλα κοιλίαν ἵστησι μετʼ οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ δίζῃ πρὸς τάς στύψεις τῶν μύρων.