Ancient Greek · ~4 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 24
Dioscurides Pedianus, De materia medica 24-2
Not analysed yet
24 ἁβρότονον· οἱ δὲ Ἡράκλειον, οἱ δὲ γλυκύν ἀγκῶνα καλοῦσιν. ἐστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλωνία πλήρης, ἄνθος δὲ ἐπʼ ἄκρον |κορυμβοειδὲς ἔχων, χρυσοειδές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν· δοκεῖ δὲ τὸ Σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δʼ ἕτερον, ὃ ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκαρπον ὡς ἀψίνθιον. 2 πλεῖστον δὲ γίνεται ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ τῇ κατὰ τὴν Ἀσίαν καὶ Ἱεραπόλει τῇ κατὰ τὴν Συρίαν. τούτων ὁ καρπὸς ἀπεζεσμένος μεθʼ ὕδατος καὶ ὠμοτριβὴς πινόμενος βοηθεῖ ἀρθοπνοίᾳ, ῥήγμασι, σπάσμασιν, ἰσχιάσι, δυσουρίαις, ἐμμήνων ἐπισχέσει· καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος ποθὲν σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετʼ ἐλαίου ἐστί. διώκει δὲ καὶ ἑρπετὰ στιβαδευόμενον καὶ θυμιώμενον· 3 καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ μήλῳ κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.