Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 24
Dioscurides Pedianus, De materia medica 24.1
Not analysed yet
24 καὶ ὁ τοῦ κάστορος ὄρχις —ἐστι δὲ τὸ ζῷον ἀμφίβιον, τὸ πλεῖστον ἐν ὕδασιν ἰχθύσι καὶ καρκίνοις τρεφόμενον —ποιεῖ μὲν πρὸς ἑρπετά, ἐστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν ποθεὶς γάρ μετὰ γλήχωνος δραχμῶν πλῆθος δυεῖν ἔμμηνα κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευματώσεις, στρόφους, λυγμούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ καὶ τοὺς ληθαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν.