Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 24
Dioscurides Pedianus, De materia medica 24.2
Not analysed yet
ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς 2 —ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἐνὶ ὑμένι εὑρεῖν —καὶ τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ. δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδόνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν, προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, ὃν μελιτῶδες, καὶ οὕτως ξηράναντας ἀποτίθεσθαι.