Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 25
Dioscurides Pedianus, De materia medica 25.2-2
Not analysed yet
2 πινόμενον καὶ βιβρώσκεται δὲ μετὰ χλωρῶν σύκων λείων πρὸς ὑπαγωγὴν κοιλίας, σφοδρότερον δὲ καθαίρει μιγέντος αὐτῷ καρδάμου ἢ ἴριδος ἡ ἐρυσίμου· περιποιεῖ δὲ καὶ εὔχροιαν. καταπλάσσεται δὲ μετὰ σύκου καὶ νίτρου πρὸς σπλῆνα καὶ ὕδρωπα, σὺν οἴνῳ δὲ πρὸς φλεγμονάς· διαφορεῖ δὲ καὶ ὑπώπια σὺν ὕδατι ζεστῷ καταπλασθεῖσα. συνάγχης δὲ ἀναγαργάρισμα μετὰ σύκων ἀφεψήματος ἄριστον, ὀδόντος τε πόνον πραΰνει σὺν ὄξει ἑψηθεῖσα καὶ διακλυζομένη· λύει δὲ καὶ τὰς περὶ ὦτα ἐμπνευματώσεις ὑπατμισθεῖσα.