Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 26
Dioscurides Pedianus, De materia medica 26-2
Not analysed yet
26 στοιχάς· γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις κατʼ ἀντικρὺς Μασσαλίας, καλουμέναις Στοιχάσιν ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχεν· πόα δέ ἐστι λεπτόκαρπος, ὁμοίαν ἔχουσα θύμῳ κόμην, μακροφυλλοτέρα μέντοι καὶ δριμεῖα τῇ γεύσει, ὑπόπικρος ποσῶς. ποιεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πρὸς τὰ ἐν θώρακι καθώς ὁ ὕσσωπος· μείγνυται δὲ καὶ ἀντιδότοις χρησίμως.