Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 27
Dioscurides Pedianus, De materia medica 27.1
Not analysed yet
27 ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσι. φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδιον δὲ οὐ τροχοειδές, ἀλλʼ ὥσπερδιηρημένον καὶ ἐπʼ ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν. ἐστὶ δὲ θερμαντική, ὅθεν τὸ ἀφέψημα αὐτῆς σὺν οἴνῳ ποθὲν ἁρμόζει θηριοδήκτοις, σὺν γλυκεῖ δὲ καὶ κονίᾳ τοῖς κώνειον ἢ μηκώνιον, σὺν ὀξυμέλιτι δὲ τοῖς γύψον ἢ ἐφήμερον πεπωκόσι, πρὸς δὲ τὰ σπάσματα καὶ ῥήγματα καὶ ὕδρωπας μετὰ συκίου βιβρωσκομένη. ξηρὰ δὲ ποθεῖσα ὀξυβάφου πλῆθος σὺν μελικράτῳ μέλανα κατὰ κοιλίαν ἄγει, ἔμμηνά τε κινεῖ