Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 29
Dioscurides Pedianus, De materia medica 29
Not analysed yet
29 Ἑλένιον ἄλλο ἱστορεῖ Κρατεύας γεννᾶσθαι ἐν Αἰγύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους, ἐπὶ γῆς ἐρριμμένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μακρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλωνίοις, ῥίζαν ὠχράν, πάχος δακτύλου μικροῦ, κάτωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις. δύναμιν δὲ ἔχει μετ᾿ οἴνου πινομένη μία ῥίζα θηριοδήκτοις βοηθεῖν.