Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 31
Dioscurides Pedianus, De materia medica 31-2
Not analysed yet
31 ὁ δὲ ὠ μοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταριχευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι— δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας καὶ οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν —εἴς τε τὰς ὖριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως.