Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 31
Dioscurides Pedianus, De materia medica 31-3
Not analysed yet
31 ἡ δὲ ἐν τῷ Παρνασσῷ ἄγρωστις γεννωμένη πολυκλαδωτέρα ἐστί· φύλλα δὲ κισσῷ ὅμοια φέρει, ἄνθος λευκὸν καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἡ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στατικόν.