Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 31
Dioscurides Pedianus, De materia medica 31.1
Not analysed yet
31 γλήχων· πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθʼ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμούς στομάχου μετʼ ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετʼ οἴνου πινομένη, λειποθυμοῦντάς τε ἀνακτᾶται σύν ὄξει ταῖς ῥισὶ προσαγομένη.