Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 30
Dioscurides Pedianus, De materia medica 30.2-2
Not analysed yet
θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι πινομένου 2 τοῦ ἀφεψήματος· ὑποβιβάζουσι γὰρ τὰ χολώδη· εὔθετοι καὶ σπληνικοῖς ποτιζόμεναι μετʼ ὄξους καὶ τοῖς ἰξίαν πεπωκόσι μετʼ οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευμονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἐστι δὲ τὸ πότημα ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ᾿ ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ, διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετʼ ἀλφίτων.